Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.145 Joseph. AJ 8.150 (English) >>Joseph. AJ 8.154

8.148τὸν δὲ τυραννοῦντα Ἱεροσολύμων Σολόμωνα πέμψαι φησὶ πρὸς Εἴρωμον αἰνίγματα καὶ παρʼ αὐτοῦ λαβεῖν ἀξιοῦντα, τὸν δὲ μὴ δυνηθέντα διακρῖναι τῷ λύσαντι χρήματα ἀποτίνειν. 8.149ὁμολογήσαντα δὲ τὸν Εἴρωμον καὶ μὴ δυνηθέντα λῦσαι τὰ αἰνίγματα πολλὰ τῶν χρημάτων εἰς τὸ ἐπιζήμιον ἀναλῶσαι· εἶτα δὲ Ἀβδήμονά τινα Τύριον ἄνδρα τὰ προτεθέντα λῦσαι καὶ αὐτὸν ἄλλα προβαλεῖν, μὴ λύσαντα τὸν Σολόμωνα πολλὰ τῷ Εἰρώμῳ προσαποτῖσαι χρήματα.” καὶ Δῖος μὲν οὕτως εἴρηκεν. 8.150

Ἐπεὶ δʼ ἑώρα τὰ τῶν Ἱεροσολύμων τείχη βασιλεὺς πύργων πρὸς ἀσφάλειαν δεόμενα καὶ τῆς ἄλλης ὀχυρότητος, πρὸς γὰρ τἀξίωμα τῆς πόλεως ἡγεῖτο δεῖν καὶ τοὺς περιβόλους εἶναι, ταῦτά τε προσεπεσκεύαζε καὶ πύργοις αὐτὰ μεγάλοις προσεξῇρεν. 8.151ᾠκοδόμησε δὲ καὶ πόλεις ταῖς βαρυτάταις ἐναρίθμους Ἄσωρόν τε καὶ Μαγέδω, τὴν τρίτην δὲ Γάζαρα, ἣν τῆς Παλαιστίνων χώρας ὑπάρχουσαν Φαραώνης τῶν Αἰγυπτίων βασιλεὺς στρατευσάμενος καὶ πολιορκήσας αἱρεῖ κατὰ κράτος· ἀποκτείνας δὲ πάντας τοὺς ἐνοικοῦντας αὐτὴν κατέσκαψεν, εἶτα δωρεὰν ἔδωκεν τῇ θυγατρὶ Σολόμωνι γεγαμημένῃ. 8.152διὸ καὶ ἀνήγειρεν αὐτὴν βασιλεὺς οὖσαν ὀχυρὰν φύσει καὶ πρὸς πολέμους καὶ τὰς τῶν καιρῶν μεταβολὰς χρησίμην εἶναι δυναμένην. οὐ πόρρω δʼ αὐτῆς ἄλλας ᾠκοδόμησε δύο πόλεις· Βητχώρα τῇ ἑτέρᾳ ὄνομα ἦν, δʼ ἑτέρα Βελὲθ ἐκαλεῖτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.145 Joseph. AJ 8.150 (English) >>Joseph. AJ 8.154

Powered by PhiloLogic